Psalms 113

1
LXX: Psa.112:1
Αλληλουια. αἰνεῖτε παῖδες, κύριον, Αἰνεῖτε, τὸ ὄνομα κυρίου·
2
LXX: Psa.112:2
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
3
LXX: Psa.112:3
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου.
4
LXX: Psa.112:4
ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη κύριος, ἐπὶ τοὺς οὐρανοὺς δόξα αὐτοῦ.
5
LXX: Psa.112:5
τίς ὡς κύριος θεὸς ἡμῶν ἐν ὑψηλοῖς κατοικῶν
6
LXX: Psa.112:6
καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ;
7
LXX: Psa.112:7
ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
8
LXX: Psa.112:8
τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
9
LXX: Psa.112:9
κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.
Copyright information for LXX